Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.220 Joseph. AJ 7.224 (English) >>Joseph. AJ 7.227

7.222

Σπεύσας δὲ πρὸς τοὺς ἀρχιερέας Σάδωκον καὶ Ἀβιάθαρον καὶ τήν τε Ἀχιτοφέλου γνώμην ἐξειπὼν αὐτοῖς καὶ τὴν ἑαυτοῦ καὶ ὅτι δέδοκται τὰ ὑπʼ αὐτοῦ παραινεθέντα πράττειν, ἐκέλευσε μηνύειν πέμψαντας Δαυίδῃ καὶ φανερὰ ποιεῖν τὰ συμβεβουλευμένα καὶ προσπαρακελεύσασθαι ταχέως διαβῆναι τὸν Ἰόρδανον, μὴ μεταγνοὺς παῖς αὐτοῦ διώκειν ὁρμήσῃ καὶ πρὶν ἐν ἀσφαλείᾳ γένηται φθάσας καταλάβῃ. 7.223οἱ δὲ ἀρχιερεῖς ἐξεπίτηδες τοὺς υἱοὺς ἔξω τῆς πόλεως κεκρυμμένους εἶχον, ὅπως διακομίσωσι πρὸς τὸν Δαυίδην τὰ πραττόμενα· πέμψαντες οὖν πιστὴν θεραπαινίδα πρὸς αὐτοὺς φέρουσαν τὰ βεβουλευμένα ὑπὸ τοῦ Ἀψαλώμου προσέταξαν μετὰ σπουδῆς ταῦτα Δαυίδῃ σημαίνειν. 7.224οἱ δʼ οὐδὲν εἰς ἀναβολὰς καὶ μέλλησιν ὑπερέθεντο, λαβόντες δὲ τὰς τῶν πατέρων ἐντολὰς εὐσεβεῖς ἅμα καὶ πιστοὶ γίνονται διάκονοι· καὶ τῆς ὑπηρεσίας τὸ τάχος καὶ τὴν ὀξύτητα κρίναντες ἄριστα εἶναι ἠπείγοντο συμβαλεῖν Δαυίδῃ. 7.225γενομένους δʼ αὐτοὺς ἀπὸ σταδίων τῆς πόλεως δύο θεῶνταί τινες ἱππεῖς καὶ διαβάλλουσι πρὸς τὸν Ἀψάλωμον· δʼ εὐθὺς ἔπεμψε τοὺς συλληψομένους. νοήσαντες δὲ τοῦτο οἱ τῶν ἀρχιερέων παῖδες ἐκτραπέντες τῆς ὁδοῦ παραχρῆμα εἰς κώμην τινὰ τῶν Ἱεροσολύμων οὐκ ἄπωθεν αὑτοὺς ἔδωκαν, Βοκχόρης ἦν ὄνομα τῇ πόλει, καὶ γυναικὸς ἐδεήθησάν τινος κρύψαι καὶ παρασχεῖν αὐτοῖς τὴν ἀσφάλειαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.220 Joseph. AJ 7.224 (English) >>Joseph. AJ 7.227

Powered by PhiloLogic